Τετάρτη 27 Απριλίου 2016

«Ὁ λίμνας καὶ πηγάς, καὶ θαλάσσας ποιήσας»

Ὁ λίμνας καὶ πηγάς, καὶ θαλάσσας ποιήσας,
ταπείνωσιν ἡμᾶς, ἐκπαιδεύων ἀρίστην,
λεντίῳ ζωννύμενος, Μαθητῶν πόδας ἔνιψε,
ταπεινούμενος, ὑπερβολῇ εὐσπλαγχνίας,
καὶ ὑψῶν ἡμᾶς, ἀπὸ βαράθρων κακίας,
ὁ μόνος φιλάνθρωπος.


ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ (ΜΕΓΑΛΗ ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ)

Τρίτη 26 Απριλίου 2016

«Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον»


Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον, 
τότε ὁ μαθητής, συνεφώνει τοῖς παρανόμοις, 
ἡ μὲν ἔχαιρε κενοῦσα τὸ πολύτιμον, 
ὁ δὲ ἔσπευδε πωλῆσαι τὸν ἀτίμητον, 
αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, 
οὗτος τοῦ Δεσπότου ἐχωρίζετο, 
αὕτη ἠλευθεροῦτο, 
καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ, 
δεινὸν ἡ ῥαθυμία! μεγάλη ἡ μετάνοια! 
ἣν μοι δώρησαι Σωτήρ, 
ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ σῶσον ἡμᾶς.


ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ (ΜΕΓΑΛΗ ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ)

Εὐαγγέλιον τοῦ Ὄρθρου
Ἐκ τοῦ κατὰ Ἰωάννην


Τῷ καιρῷ ἐκείνῳ, ἐμαρτύρει ὁ ὄχλος ὁ ὢν μετὰ τοῦ Ἰησοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. Διὰ τοῦτο [καὶ]ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. Οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς͵ Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε, ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. ῏Ησαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων, ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ·οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας͵ καὶ ἠρώτων αὐτὸν λέγοντες΄ Κύριε͵ θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.Ἔρχεται ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ· ἔρχεται Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ Ἰησοῦ. Ὁ δὲ Ἰησοῦς ἀποκρίνατο αὐτοῖς λέγων΄ Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ἀμὴν ἀμὴν λέγω ὑμῖν͵ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ͵ αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ͵πολὺν καρπὸν φέρει. Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν͵ καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ἐὰν ἐμοὶ διακονῇ τις͵ἐμοὶ ἀκολουθείτω΄ καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ Πατήρ. Νῦν ἡ ψυχή μου τετάρακται. καὶ τί εἴπω;Πάτερ͵ σῶσόν με ἐκ τῆς ὥρας ταύτης΄ ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. Πάτερ͵ δόξασόν σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ΄ Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. Ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον͵Ἄγγελος αὐτῷ λελάληκεν. Ἀπεκρίθη ὁἸησοῦς καὶ εἶπεν΄ Οὐ δι΄ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι΄ ὑμᾶς. Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου΄ νῦν ὁἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς͵ πάντας ἑλκύσω πρὸς ἐμαυτόν. (Τοῦτο δὲ ἔλεγε, σημαίνων ποίῳ θανάτῳ ἔμελλεν ἀποθνῄσκειν). Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος΄ Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα΄ καὶ πῶς σὺ λέγεις ὅτι δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ ἀνθρώπου; Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς΄ Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ’ ὑμῶν ἐστι΄ περιπατεῖτε ὡς τὸ φῶς ἔχετε͵ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ, οὐκ οἶδεν ποῦ ὑπάγει. Ἕως τὸ φῶς ἔχετε͵ πιστεύετε εἰς τὸ φῶς͵ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν Ἰησοῦς͵ καὶ ἀπελθὼν ἐκρύβη ἀπ΄ αὐτῶν. Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευον εἰς αὐτόν΄ ἵνα ὁ λόγοςἩσαΐου τοῦ Προφήτου πληρωθῇ, ὃν εἶπε΄ Κύριε͵ τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν͵ὅτι πάλιν εἶπεν Ἡσαΐας΄ Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν͵ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ νοήσωσι τῇ καρδίᾳ, καὶ ἐπιστραφῶσι͵ καὶ ἰάσομαι αὐτούς. Ταῦτα εἶπεν Ἡσαΐας͵ὅτι εἶδε τὴν δόξαν αὐτοῦ͵ καὶ ἐλάλησε περὶ αὐτοῦ. Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν΄ ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν΄ Ὁ πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ’ εἰς τὸν πέμψαντά με͵ καὶ ὁ θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά με. Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα͵ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. Καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ͵ἐγὼ οὐ κρίνω αὐτόν. Οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ΄ ἵνα σώσω τὸν κόσμον. Ὁ ἀθετῶν ἐμὲ, καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα͵ἀλλ΄ ὁ πέμψας με Πατὴρ αὐτός μοι ἐντολὴν ἔδωκε, τί εἴπω, καὶ τί λαλήσω. Καὶ οἶδα, ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν΄ ἃ οὖν ἐγὼ λαλῶ͵ καθὼς εἴρηκέν μοι ὁ Πατήρ͵ οὕτω λαλῶ.

Δευτέρα 25 Απριλίου 2016

«Ἰδοὺ ὁ Νυμφίος ἔρχεται» - «Τὸν νυμφῶνά σου βλέπω…» «Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου»

Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός,
καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα,
ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥᾳθυμοῦντα.
Βλέπε οὖν ψυχή μου, μὴ τῷὕπνῳ κατενεχθῇς,
ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς,
καὶ τῆς βασιλείας ἔξω κλεισθῇς,
ἀλλὰ ἀνάνηψον κράζουσα.
Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν,
πρεσβείαις τοῦ Προδρόμου σῶσον ἡμᾶς.
Τὸν νυμφῶνά σου βλέπω,
Σωτήρ μου κεκοσμημένον,
καὶ ἔνδυμα οὐκ ἔχω,
ἵνα εἰσέλθω ἐν αὐτῷ,
λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς,
Φωτοδότα, καὶ σῶσόν με.

Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου,
πῶς εἰσελεύσομαι ὁ ἀνάξιος;
ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα,
ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου,
καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων,
καθάρισον Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου,
καὶ σῶσόν με ὡς φιλάνθρωπος.

Κυριακή 24 Απριλίου 2016

Ὠσαννὰ ἐν τοῖς ὑψίστοις - «ὡς οἱ παῖδες»

Ἦχος α'.

Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ πάθους πιστούμενος,
ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον, Χριστὲ ὁ Θεός·
ὅθεν καὶ ἡμεῖς ὡς οἱ παῖδες,
τὰ τῆς νίκης σύμβολα φέροντες,
σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν·
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις,
εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.


 ---------------
Θέλοντας, Χριστέ και Θεέ μας, να δείξεις, 
πριν από τ' άγια Πάθη Σου,
πως όλοι οι νεκροί θ' αναστηθούν,
τον Λάζαρο 
απ' τους νεκρούς ανέστησες.
Γι αυτό και μεις, σαν τα παιδιά που Σε υποδέχτηκαν
κατά την είσοδό Σου στην πόλη την Ιερή, 

στα χέρια μας κρατάμε βάγια, της νίκης σύμβολα,
και δοξαστικά φωνάζουμε σ' Εσένα, τον νικητή του θανάτου: 
Βοήθησέ και σώσε μας, Συ που κατοικείς
στα ύψιστα τα μέρη του ουρανού, 

ευλογημένος να ΄σαι Συ,
που έρχεσαι απεσταλμένος από τον Κύριο!


«ὡς οἱ παῖδες»

Για Σένα πήραμε, Χριστέ, σαν τα παιδιά
στα χέρια μας τα νικητήρια βάγια,
σαν τότε οπού στην εμπασιά της Άγιας της Πόλης,
από τ’ άδειο πια του Λάζαρου γυρνώντας 

το μνημούρι,
του φοβερού θανάτου μας ελπιδοφόρος νικητής
και δωρητής φιλεύσπλαχνος του δώρου 

της ανάστασης,
γύρω σου κι ολοτρόγυρα
παιδιά φωνάζαν «Ωσαννά», βλογούσαν τ’ όνομά Σου,
τιμούσαν τον Πατέρα Σου που σ’ έστειλε κοντά μας.

Αξίωσέ μας, Δέσποτα Συ και της ζωής μας Κύριε,
μαζί μ’ εκείνα τα παιδιά, 

παιδιά κι εμείς δικά Σου,
αγαπημένα από Σε, 

φίλοι πιστοί κι αδέρφια Σου,
το «Ωσαννά», το «Δόξα Σοι» -για Σε που κατοικείς
στα ύψιστα του Ουρανού τα μέρη-
από καρδιά, από ψυχή και σκέψη και διάνοια
ολημερίς, ολονυχτίς να ανυμνολογούμε
κι ας παραστέκει, τώρα σαν πρώτα, όχλος αχάριστος
με στόματα μαυρόψυχα που ουρλιάζουν
«Σταυρωθήτω».

Βασιλική Π. Δεδούση

Σάββατο 23 Απριλίου 2016

Βράδυ Κυριακής των Βαΐων
«Τὰ πάθη τὰ σεπτὰ ἡ παροῦσα ἡμέρα... »
«Τῶν παθῶν τοῦ Κυρίου τὰς ἀπαρχὰς... »

Κάθισμα Ἦχος α'
.
«Τὰ πάθη τὰ σεπτὰ ἡ παροῦσα ἡμέρα,
ὡς φῶτα σωστικά, ἀνατέλλει τῷ κόσμῳ·
Χριστὸς γὰρ ἐπείγεται τοῦ παθεῖν ἀγαθότητι·
ὁ τὰ σύμπαντα ἐν τῇ δρακὶ περιέχων
καταδέχεται ἀναρτηθῆναι ἐν ξύλῳ
τοῦ σῶσαι τὸν ἄνθρωπον».

Τὰ πάθη τοῦ Κυρίου τὰ σεπτὰ ἡ παροῦσα ἡμέρα
προβάλλει μὲ λαμπρότητα στὸν κόσμο
σὰν φῶτα σωτήρια καὶ λυτρωτικά.
Διότι ὁ Χριστὸς σπεύδει πρόθυμα
νὰ ὑποστεῖ τὸ πάθος ἀπὸ ἀγαθότητα.
Αὐτός, ποὺ περικλείει τὰ σύμπαντα στὴν παλάμη του,
καταδέχεται νὰ κρεμαστεῖ στὸ ξύλο
γιὰ νὰ σώσει τὸν ἄνθρωπο.
.

Κάθισμα Ἦχος πλ. δ'

«Τῶν παθῶν τοῦ Κυρίου τὰς ἀπαρχὰς
ἡ παροῦσα ἡμέρα λαμπροφορεῖ.
Δεῦτε οὗν, φιλέορτοι, ὑπαντήσωμεν ἄσμασιν·
ὁ γὰρ κτίστης ἔρχεται σταυρὸν καταδέξασθαι,
ἐτασμοὺς καὶ μάστιγας, Πιλὰτῳ κρινόμενος·
ὅθεν καὶ ἐκ δούλου ραπισθεὶς ἐπὶ κόρρης,
τὰ πάντα προσίεται, ἵνα σώση τὸν ἄνθρωπον.
Διὰ τοῦτο βοήσωμεν· Φιλάνθρωπε Χριστὲ ὁ Θεός,
τῶν πταισμάτων δώρησαι τὴν ἄφεσιν
τοῖς προσκυνοῦσιν ἐν πίστει τὰ ἄχραντα πάθη σου».

Τὴν ἔναρξη τῶν παθῶν τοῦ Κυρίου
ἡ σημερινὴ ἡμέρα προβάλλει μὲ λαμπρότητα.
Ἐλᾶτε, λοιπόν, ὅσοι ἀγαπᾶτε τὶς γιορτές,
νὰ προϋπαντήσουμε μὲ ᾄσματα τὸν Κύριο.
Διότι ὁ Κτίστης τῶν ἁπάντων ἔρχεται
νὰ ὑποστεῖ τὸ σταυρικὸ θάνατο,
νὰ ἀνακριθεῖ σὰν κακοῦργος καὶ νὰ μαστιγωθεῖ,
δικαζόμενος ἀπὸ τὸν Πιλᾶτο.
Ἔτσι, δεχτεῖς ράπισμα στὸ πρόσωπο ἀπὸ δοῦλο,
ὅλα τὰ ὑπομένει γιὰ νὰ σώσει τὸν ἄνθρωπο.
Γιαυτὸ ἂς φωνάξουμε· φιλάνθρωπε Χριστὲ ὁ Θεός,
χάρισε τὴν ἄφεση τῶν πταισμάτων
σ' αὐτοὺς ποὺ μὲ πίστη προσκυνοῦν τὰ ἄχραντα πάθη σου.

.

ΚΥΡΙΑΚΗ ΒΑΪΩΝ ΕΣΠΕΡΑΣ 

Παρασκευή 15 Απριλίου 2016

Θεοτοκίον - Τὴν ὡραιότητα τῆς Παρθενίας σου…


Ἦχος γ’

Τὴν ὡραιότητα τῆς Παρθενίας σου, 

καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, 
ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε· 
Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, 
τὶ δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι. 
Διὸ ὡς προσετάγην βοῶ σοι· 
Χαῖρε, ἡ Κεχαριτωμένη.


Απόδοση νοηματική

Παναγία Δέσποινα
και του Θεού Μητέρα, ο Γαβριήλ, ο αρχάγγελος, 

από της παρθενίας σου την ομορφιά
κατάπληκτος,
απ' της αγνότητάς σου την εκτυφλωτική
τη λάμψη θαμπωμένος,
έβγαλε δυνατή φωνή κι αυτά τα λόγια είπε:
«Ποιά λόγια νά 'βρω ταιριαστά
για να σου πλέξω εγκώμιο,
πως να σε προσφωνήσω;
αμήχανα εκστατικός εδώ μπροστά σου
στέκομαι·
γι΄αυτό, στην προσταγή Του υπάκουος
τούτο μονάχα θα σου πω:
Χαίρε εσύ, που του Θεού όλες τις Χάρες έχεις.»


Βασιλική Π. Δεδούση

Πέμπτη 14 Απριλίου 2016

Δ΄ Ὠδή Ἀκαθίστου Ὓμνου - Ὁ Εἱρμός και τα Τροπάρια
«Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος... »


Ὁ Εἱρμὸς
«Ὁ καθήμενος ἐν δόξῃ, 
ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, 
ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, 
τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, 
τοὺς κραυγάζοντας· 
Δόξα, Χριστέ, τῇ δυνάμει σου».

Αὐτός πού κάθεται στήν Τριαδικὴ 
δόξα τῆς θεότητος, ἦλθε μέσα σὲ ἐλαφριά νεφέλη, 
ὁ Ἰησοῦς ὁ ὑπέρθεος, 
ὁ ὁποῖος μὲ τή δύναμη τῆς ἀκήρατης παλάμης του 
ἔσωσε ἀπὸ τὴν ἁμαρτία αὐτούς πού κραυγάζουν 
δόξα, Χριστέ, στήν θεία σου δύναμη.


Τροπάρια

«Ἐν φωναῖς ᾀσμάτων πίστει, 
σοὶ βοῶμεν Πανύμνητε· 
Χαῖρε πῖον ὄρος, 
καὶ τετυρωμένον ἐν Πνεύματι· 
χαῖρε λυχνία καὶ στάμνε, 
Μάννα φέρουσα, 
τὸ γλυκαῖνον τὰ τῶν εὐσεβῶν αἰσθητήρια».

Μὲ ἄσματα δυνατά πού βγαίνουν 

ἀπὸ τὴν πιστή καρδιά μας, 
σοῦ φωνάζουμε Πανύμνητε· 
χαῖρε σύ πού εἶσαι ὄρος εὔφορο, 
τὸ ὁποῖον τυρώθηκε στή χάρη τοῦ Ἁγίου Πνεύματος· 
χαῖρε σύ, ποὺ εἶσαι ἡ ἑπτάφωτη λυχνία 
καὶ ἡ στάμνα πού φέρει μέσα της 
τὸ Μάννα τῆς ζωῆς, που γλυκαίνει τὰ πνευματικὰ 
αἰσθητήρια τῶν εὐσεβῶν, ποὺ πιστεύουν στή δόξα σου.

*
«Ἱλαστήριον τοῦ κόσμου, 
χαῖρε, ἄχραντε Δέσποινα· 
χαῖρε κλῖμαξ γῆθεν, 
πάντας ἀνυψώσασα χάριτι· 
χαῖρε ἡ γέφυρα ὄντως ἡ μετάγουσα, 
ἐκ θανάτου πάντας πρὸς ζωὴν τοὺς ὑμνοῦντάς σε».

Χαῖρε, ἄχραντε Δέσποινα, 

ποὺ εἶσαι τὸ ἱλαστήριο τοῦ κόσμου·
 χαῖρε κλίμακα πού μὲ τή χάρη σου ἀνύψωσες 
ὅλους ἀπὸ τή γῆ στόν οὐρανό· 
χαῖρε ἡ γέφυρα πού πραγματικὰ 
μετάγεις ἀπὸ τὸ θάνατο στή ζωὴ ὅλους 
πού μὲ κατάνυξη καὶ εὐλάβεια σὲ ἀνυμνοῦν.

*
«Οὐρανῶν ὑψηλότερα, 
χαῖρε γῆς τὸ θεμέλιον, 
ἐν τῇ σῇ νηδύϊ, Ἄχραντε, 
ἀκόπως βαστάσασα· 
χαῖρε κογχύλη, πορφύραν θείαν βάψασα,
ἐξ αἱμάτων σου τῷ βασιλεῖ τῶν δυνάμεων».

Σύ πού εἶσαι ὑψηλότερη ἀπὸ τοὺς οὐρανούς, 

χαῖρε Ἄχραντε, ποὺ στή γαστέρα σου βάσταξες 
χωρὶς κόπον αὐτόν πού εἶναι τὸ θεμέλιο τοῦ κόσμου. 
Χαῖρε, κογχύλη πού μὲ τὸ αἷμα σου 
ἔβαψες τή θεία πορφύρᾳ, 
ποὺ φόρεσε ὁ βασιλεὺς τῶν δυνάμεων.

*
«Νομοθέτην ἡ τεκοῦσα, 
ἀληθῶς, χαῖρε Δέσποινα, 
τὸν τάς ἀνομίας, 
πάντων δωρεὰν ἐξαλείφοντα· 
ἀκατανόητον βάθος, ὕψος ἄῤῥητον, 
ἀπειρόγαμε, δι’ ἧς ἡμεῖς ἐθεώθημεν».

Χαῖρε Δέσποινα, σύ πού ἐγέννησες ἀληθῶς 

τὸν Νομοθέτην Κύριον, 
που ἐξαλείφει χωρὶς ἀντάλλαγμα 
τίς ἀνομίες ὅλων τῶν ἀνθρώπων· 
ὑμνοῦμεν σέ, ἀπειρόγαμε, 
ποὺ εἶσαι βάθος ἀκατανόητο καὶ ὕψος ἀνέκφραστο 
καί πού ἔγινες ἡ αἰτία τῆς δικῆς μας θεώσεως.

*
«Σὲ τὴν πλέξασαν τῷ κόσμῳ, 
ἀχειρόπλοκον στέφανον, 
ἀνυμνολογοῦμεν χαῖρε σοὶ Παρθένε 
κραυγάζοντες, τὸ φυλακτήριον πάντων, 
καὶ χαράκωμα, καὶ κραταίωμα 
καὶ ἱερὸν καταφύγιον».

Ἀνυμνολογοῦμεν σὲ πού ἔπλεξες γιά τὸν κόσμο 

στεφάνι πού δέν τὸ ἔφτιαξαν χέρια ἀνθρώπινα. 
Σοῦ ἀπευθύνουμε τὸ χαῖρε, Παρθένε, 
ποὺ εἶσαι τὸ φυλακτήριο ὅλων, 
τὸ χαράκωμα καὶ τὸ κραταίωμα καὶ τὸ ἱερὸ 
καταφύγιο.


Ἀπό τό βιβλίο:
Ἑρμηνεία Ἀκαθίστου Ὕμνου
Συγχρόνη Θεολογία (20ος-21ος αἰ.)