Πέμπτη 28 Απριλίου 2016

Λαός μου τί ἐποίησά σοι, ἢ τί σοι παρηνώχλησα;
Λαός μου, τί ἐποίησά σοι, καὶ τί μοι ἀνταπέδωκας;

Αντίφωνο ΙΒ' της Μεγάλης Παρασκευής 
μετά του Καθίσματος, ήχος πλάγιος του δ'΄.

Τάδε λέγει Κύριος τοῖς Ἰουδαίοις· 
Λαός μου τί ἐποίησά σοι, ἢ τί σοι παρηνώχλησα; 
τοὺς τυφλούς σου ἐφώτισα, τοὺς λεπρούς σου ἐκαθάρισα, 
ἄνδρα ὄντα ἐπὶ κλίνης ἠνωρθωσάμην. 
Λαός μου, τί ἐποίησά σοι, καὶ τί μοι ἀνταπέδωκας; 
ἀντὶ τοῦ μάννα χολήν, ἀντὶ τοῦ ὕδατος ὄξος, 
ἀντὶ τοῦ ἀγαπᾶν με, σταυρῷ με προσηλώσατε· 
οὐκέτι στέγω λοιπόν, καλέσω μου τὰ ἔθνη, 
κᾀκεῖνα με δοξάσουσι, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, 
κᾀγὼ αὐτοῖς δωρήσομαι, ζωὴν τὴν αἰώνιον.


Σήμερον τοῦ Ναοῦ τὸ καταπέτασμα, 
εἰς ἔλεγχον ῥήγνυται τῶν παρανόμων· 
καὶ τὰς ἰδίας ἀκτῖνας, ὁ ἥλιος κρύπτει, 
Δεσπότην ὁρῶν σταυρούμενον.

Οἱ νομοθέται τοῦ Ἰσραήλ, Ἰουδαῖοι καὶ Φαρισαῖοι, 
ὁ χορὸς τῶν Ἀποστόλων βοᾷ πρὸς ὑμᾶς. 
Ἰδε ναός, ὃν ὑμεῖς ἐλύσατε, ἴδε ἀμνός, 
ὃν ὑμεῖς ἐσταυρώσατε, τάφῳ παρεδώκατε, 
ἀλλ' ἐξουσίᾳ ἑαυτοῦ ἀνέστη. 
Μὴ πλανᾶσθε Ἰουδαῖοι· 
αὐτὸς γάρ ἐστιν ὁ ἐν θαλάσσῃ σώσας, 
καὶ ἐν ἐρήμῳ θρέψας, αὐτός ἐστιν ἡ ζωὴ καὶ τὸ φῶς, 
καὶ ἡ εἰρήνη τοῦ Κόσμου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Χαῖρε ἡ πύλη τοῦ Βασιλέως τῆς δόξης, 
ἣν ὁ Ὕψιστος μόνος διώδευσε, 
καὶ πάλιν ἐσφραγισμένην κατέλιπεν, 
εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Κάθισμα Ἦχος πλ. δ'

Ὅτε παρέστης τῷ Καϊάφᾳ ὁ Θεός, 
καὶ παρεδόθης τῷ Πιλάτῳ ὁ Κριτής, 
αἱ οὐράνιαι δυνάμεις, ἐκ τοῦ φόβου ἐσαλεύθησαν, 
τότε δὲ καὶ ὑψώθης ἐπὶ τοῦ ξύλου ἐν μέσῳ δύο λῃστῶν, 
καὶ ἑλογίσθης μετὰ ἀνόμων ὁ ἀναμάρτητος, 
διὰ τὸ σῶσαι τὸν ἄνθρωπον. 
Ἀνεξίκακε Κύριε, δόξα

ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΑΧΡΑΝΤΩΝ ΠΑΘΩΝ (ΜΕΓΑΛΗ ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ)