Δευτέρα 26 Σεπτεμβρίου 2016

Τὸ ἀγαθό, κατά Μ. Βασίλειο

ΠΟΛΛΑ ἐστιν͵ ἃ ὁ Θεὸς θέλει· τὰ μὲν ἐν μακροθυμίᾳ καὶ χρηστότητι͵ ἅπερ ἀγαθά ἐστί τε καὶ λέγεται, τὰ δὲ κατ΄ ὀργὴν διὰ τὰς ἁμαρτίας ἡμῶν͵ ἅπερ κακὰ ὀνομάζεται. Ἐγὼ γάρ εἰμι͵ φησίν͵ ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά. Κακὰ δὲ οὐχ ὑπὲρ ὧν κολαζόμεθα͵ ἀλλὰ δι΄ ὧν παιδευόμεθα. Τὰ δὲ παιδεύοντα͵ καὶ διὰ τῆς κακώσεως εἰς ἐπιστροφὴν ἄγοντα͵ γίνεται εἰς ἀγαθόν.

Ὅσα μὲν οὖν μακροθυμῶν καὶ χρηστευόμενος θέλει ὁ Θεός͵ ταῦτα καὶ ἡμᾶς καὶ θέλειν καὶ μιμεῖσθαι ἀναγκαῖον. 
Γίνεσθε γάρ͵ φησίν͵ οἰκτίρμονες͵ καθὼς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν. Καὶ ὁ Ἀπόστολος δέ͵ Γίνεσθε͵ φησί͵ μιμηταὶ τοῦ Θεοῦ͵ ὡς τέκνα ἀγαπητά καὶ περιπατεῖτε ἐν ἀγάπῃ͵ καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς. Ὅσα δὲ κατ΄ ὀργὴν διὰ τὰς ἁμαρτίας ἡμῶν ἐπάγει͵ ταῦτα κακὰ λεγόμενα͵ ὡς εἶπον͵ τῷ λόγῳ τῆς κακώσεως͵ οὐ πάντως καὶ ἡμῖν ἔξεστι ποιεῖν. Οὐ γὰρ ἐπειδὴ θέλημα Θεοῦ ἐστι͵ λιμῷ πολλάκις͵ ἢ λοιμῷ͵ ἢ πολέμῳ͵ ἢ ἄλλῳ τινὶ τοιούτῳ διαφθαρῆναι ἀνθρώπους͵ τῷ θελήματι τούτῳ ἐξυπηρετεῖσθαι ἡμᾶς χρή. 
Πρὸς γὰρ τὰ τοιαῦτα καὶ ὑπηρέταις κακοῖς ὁ Θεὸς κέχρηται͵ κατὰ τὸ εἰρημένον͵ ὅτι Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ͵ θυμὸν καὶ ὀργὴν͵ καὶ θλίψιν͵ ἀποστολὴν δι΄ ἀγγέλων πονηρῶν. Οὐκοῦν πρῶτον μὲν ζητεῖν δεῖ͵ τί τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ· εἶτα͵ ὅταν γνωρίσωμεν τὸ ἀγαθόν͵ ἐξετάζειν͵ εἰ τὸ ἀγαθὸν τοῦτο καὶ εὐάρεστον τῷ Θεῷ ἐστιν. Ἔστι γάρ τι ὃ τῷ μὲν ἰδίῳ λόγῳ καὶ θέλημα Θεοῦ ἐστι καὶ ἀγαθόν ἐστιν· ὅταν δὲ ἢ παρὰ πρόσωπον ἢ παρὰ καιρὸν γένηται͵ οὐκέτι καὶ εὐάρεστον Θεῷ ἐστιν. Οἷον͵ θέλημα Θεοῦ ἦν καὶ ἀγαθὸν ἦν τὸ θυμιᾷν Θεῷ͵ ἀλλ΄ οὐκ ἦν εὐάρεστον Θεῷ τοὺς περὶ Δαθὰν καὶ Ἀβειρὼν* τοῦτο ποιεῖν. Καὶ πάλιν͵ θέλημα Θεοῦ ἐστι͵ καὶ ἀγαθόν ἐστι τὸ ἐλεημοσύνην ποιεῖν· ἀλλὰ τὸ ἕνεκεν τοῦ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων ποιεῖν͵ οὐκέτι καὶ εὐάρεστον Θεῷ ἐστι.
Καὶ πάλιν͵ θέλημα Θεοῦ ἦν καὶ ἀγαθὸν ἦν τὸ τοὺς μαθητάς͵ ὃ πρὸς τὸ οὖς ἤκουσαν͵ κηρύξαι ἐπὶ τῶν δωμάτων· ἀλλὰ τὸ πρὸ καιροῦ τι εἰπεῖν οὐκέτι καὶ εὐάρεστον ἦν τῷ Θεῷ· Μηδενὶ γὰρ εἴπητε͵ φησί͵ τὸ ὅραμα τοῦτο͵ ἕως οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. Καὶ καθόλου πᾶν θέλημα Θεοῦ ἀγαθὸν τότε καὶ εὐάρεστόν ἐστιν͵ ὅταν πληρωθῇ ἐπ΄ αὐτῷ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον· Πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε· καί͵ Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω. Πάλιν δέ͵ ὅταν καὶ θέλημα Θεοῦ ᾖ τι, καὶ ἀγαθὸν ᾖ͵ καὶ εὐάρεστον ᾖ͵ οὐδ΄ οὕτως ἀμεριμνεῖν χρή͵ ἀλλ΄ ἀγωνιᾷν καὶ φροντίζειν͵ ὅπως τέλειον καὶ ἀνελλιπὲς τοῦτο ᾖ· ἐν μέτρῳ ποτὲ μὲν τοῦ γινομένου͵ εἰ κατὰ τὸ προστεταγμένον γίνεται͵ ποτὲ δὲ τῆς τοῦ ποιοῦντος δυνάμεως. Ἀγαπήσεις γάρ͵ φησί͵ Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ τὸν πλησίον σου ὡς ἑαυτόν· καθὼς καὶ ὁ Κύριος ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ ἐδίδαξε. Καὶ πᾶσαν δὲ ἐντολήν͵ καθὼς γέγραπται· Μακάριος γὰρ͵ φησίν͵ ὁ δοῦλος͵ ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ͵ εὑρήσει ποιοῦντα οὕτως.

* Αμφισβητήσαντες την θεοκλησία του Μωυσή

Πλάτωνας

Ο Πλάτωνας δίδαξε πως το Αγαθό είναι ο ύστατος στόχος της Γνώσης και η επιδίωξη της αληθινής σοφίας γίνεται με τη χαλάρωση των δεσμών που συνέχουν την ψυχή με το σώμα.
Επίσης, ότι το Ένα βρίσκεται πίσω από τα πολλά και πως ό,τι υπάρχει στον κόσμο είναι άτεχνα και πρόσκαιρα αντίγραφα των Ιδεών που απορρέουν από το Ένα. 

Και ο τρόπος να προσεγγίσει ο άνθρωπος το Ένα, δηλαδή να ανεβεί από τα πολλά στο Ένα, είναι να οράται τις Ιδέες, δηλαδή το Δίκαιο, το Καλό, το Ωραίο.

Η ύψιστη Ιδέα του Αγαθού είναι ένα με τη Θεία Αρχή.