Τετάρτη 25 Μαρτίου 2020

«... γενόμενον ἐκ γυναικός ...»

«Αδελφοί, ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κρᾶζον· ἀββᾶ ὁ πατήρ. ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ' υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.» 
Αυτά μας είπε ο Παύλος των Εθνών, που πάει να πει:

Σήμερα, είναι το πλήρωμα του Χρόνου.
Σήμερα τελειώνει η προετοιμασία του Ανθρώπου.
Σήμερα αρχίζει η Εφαρμογή του Σχεδίου για τη Σωτηρία του Ανθρώπου.
Σήμερα Επιλέγεται η Γυναίκα που δίνει Σάρκα και Οστά στον Λόγο του Θεού.
Σήμερα αυτή η Γυναίκα αναδεικνύεται από υποδεέστερη, σε «τιμιωτέρα τῶν Χερουβείμ, καὶ ἐνδοξοτέρα ἀσυγκρίτως τῶν Σεραφείμ.»
Σήμερα όλοι, πλούσιοι και φτωχοί, δούλοι και αφεντικά, γυναίκες και άνδρες, μυημένοι και αμύητοι γίνονται Ίσοι, γίνονται αδέρφια του Χριστού.
Σήμερα τα Νήπια του Κόσμου γίνονται Κληρονόμοι του Πατέρα.

Από Σήμερα και μετά, είναι στο χέρι μας αν θα τιμήσουμε την Κληρονομιά που μας εδόθη. 

hamomilaki

Εθνική Γιορτή 25ης Μαρτίου - Ευχή Δοξολογίας

    Κύριε ὁ Θεὸς ἡμῶν, 
ὁ τὰ σύμπαντα τῷ σῷ κράτει συνέχων τῇ θείᾳ σου καὶ πανσθενεῖ βουλῇ κυβερνῶν, ὁ ἑκάστω ἔθνει τὰς ἰδίας ὁροθεσίας θέμενος, τὸ δὲ εὐσεβές ἡμῶν Ἔθνος ἐξαιρέτως εὐεργετήσας, τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας αὐτῷ χαρισάμενος, 
καὶ πρὸς τὸ φῶς τῆς ἀληθοῦς ἡμῶν θρησκείας καθοδηγήσας, ἐξ αὐτοῦ δὲ μεγάλους τῆς Ἐκκλησίας πατέρας καὶ διδασκάλους ἀναδείξας, καὶ ἐλεύθερον μὲν αὐτὸ ἐπὶ αἰῶνας διατηρήσας τῇ θείᾳ σου χάριτι, δουλωθὲν δὲ στηρίξας καὶ διασώσας καὶ εἰς ἐλεύθερον αὖθις βίον αὐτὸ ἐξαναστήσας, 
     Αὐτός, πανάγιε Δέσποτα, πρόσδεξαι τὰς εὐχαριστηρίους ἡμῶν δεήσεις ἐπὶ τῇ ἀπελευθερώσει καὶ τῇ παλιγγενεσίᾳ αὐτοῦ. 
Καὶ τὰς μὲν ψυχὰς τῶν ὑπὲρ Πίστεως καὶ Πατρίδος ἡρωϊκῶς ἀγωνισαμένων καὶ ἐνδόξως ἐν τοῖς ἱεροῖς ἡμῶν ἀγῶσι πεσόντων ἢ ὑπὸ τῶν πολεμίων ἀναιρεθέντων πατέρων καὶ ἀδελφῶν ἡμῶν μετὰ τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων ἀνάπαυσον. 
    Ἡμᾶς δὲ πάντας ἀξίους τῆς ἐλευθερίας ἀνάδειξον, ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατήρησον καὶ εἰς πᾶν ἔργον ἀγαθὸν καὶ σοὶ εὐάρεστον καθοδήγησον, τοὺς πιστοὺς ἄρχοντας ἡμῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατήρησον καὶ λάλησον ἀγαθὰ ἐν ταῖς καρδίαις αὐτῶν ὑπὲρ τῆς Ἐκκλησίας σου καὶ παντὸς τοῦ λαοῦ σου. 
    Σὺ γὰρ εἶ ὁ Βασιλεὺς τῆς εἰρήνης καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, 
Ἀμήν.