Κυριακή 19 Νοεμβρίου 2017

Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ ...
What shall we give to the Lord ...


Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, 
αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 

Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, 
περὶ παντων ὧν ἀνταπέδωκεν ἡμῖν; 
δι᾿ ἡμᾶς Θεὸς ἐν ἀνθρώποις· 
διὰ τὴν καταφθαρεῖσαν φύσιν, 
ὁ Λόγος σὰρξ ἐγένετο, 
καὶ ἐσκήνωσεν ἐν ἡμῖν· 
πρὸς τοὺς ἀχαρίστους ὁ Εὐεργέτης· 
πρὸς τοὺς αἰχμαλώτους ὁ Ἐλευθερωτής· 
πρὸς τοὺς ἐν σκότει καθημένους, 
ὁ Ἥλιος τῆς δικαιοσύνης· 
ἐπὶ τὸν Σταυρὸν ὁ ἀπαθής· 
ἐπὶ τὸν Ἅδην τὸ φῶς· 
ἐπὶ τὸν θάνατον ἡ ζωὴ· 
ἡ Ἀνάστασις διὰ τοὺς πεσόντας· 
πρὸς ὃν βοήσωμεν· 
Ὁ Θεὸς ἡμῶν δόξα σοι.

Praise Him with the sound of trumpet, 
praise Him with the harp and lyre. 

What shall we give to the Lord 
in return for all that He has rendered to us? 
For us did God come among men. 
For our corrupted nature did 
the Logos become flesh 
and dwell among us. 
The Benefactor came to the ungrateful; 
the Liberator to the captives; 
the Sun of Righteousness 
to those who sit in darkness. 
He who is dispassionate suffered on the cross; 
the Light shone in Hell. 
He who is Life has trampled on death. 
For the fallen He is the resurrection. 
Let us cry out to Him, 
Glory to You our God.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου