Παρασκευή 1 Απριλίου 2016

Α΄ Ὠδή Ἀκαθίστου Ὓμνου - Ὁ Εἱρμός και τα Τροπάρια
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος

Ῥόδον τὸ ἀμάραντον
χαῖρε ἡ μόνη βλαστήσασα ...
ᾨδὴ α' Ἦχος δ'
Εἱρμός

Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος 

καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, 
καὶ ὀφθήσομαι φαιδρῶς πανηγυρίζων
καὶ ᾄσω γηθόμενος ταύτης τὰ θαύματα.
 
Τροπάρια

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χριστοῦ βίβλον ἔμψυχον, 
ἐσφραγισμένην σε Πνεύματι· 
Ὁ μέγας Ἀρχάγγελος Ἁγνὴ θεώμενος,
ἐπεφώνει σοι· Χαῖρε χαρᾶς δοχεῖον, 
δι' ἧς τῆς Προμήτορος ἀρὰ λυθήσεται.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀδὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, 
τοῦ ᾍδου ἡ νέκρωσις, χαῖρε πανάμωμε, 
τὸ παλάτιον, τοῦ πάντων Βασιλέως. 
χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος,


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ῥόδον τὸ ἀμάραντον
χαῖρε ἡ μόνη βλαστήσασα, 
τὸ μῆλον τὸ εὔοσμον χαῖρε ἡ τέξασα, 
τὸ ὀσφράδιον τοῦ πάντων Βασιλέως, 
χαῖρε ἀπειρόγαμε, κόσμου διάσωσμα.

Καί νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.


Ἁγνείας θησαύρισμα, χαῖρε δι' ἧς ἐκ τοῦ πτώματος
ἡμῶν ἐξανέστημεν, 
χαῖρε ἡδύπνοον κρίνον Δέσποινα, 
πιστοὺς εὐωδιάζον, 
θυμίαμα εὔοσμον, μύρον πολύτιμον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου