Δευτέρα 5 Δεκεμβρίου 2016

Εὐχὴ Ἀντιφώνου Α´

Ἱερεὺς
Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος· αὐτός, Δέσποτα, κατὰ τὴν εὐσπλαγχνίαν σου, ἐπίβλεψον ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον καὶ ποίησον μεθ᾿ ἡμῶν καὶ τῶν συνευχομένων ἡμῖν πλούσια τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου.
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Χορὸς
Ἀμήν.
🕂🕂🕂🕂🕂🕂🕂

Ἱερεὺς
Κύριε, Θεέ μας, ποὺ τὴ δύναμή σου δὲν ὑπάρχει τρόπος νὰ τὴ φανταστοῦμε καὶ τὴ δόξα σου δὲν μποροῦμε νὰ τὴν καταλάβουμε· ποὺ ἡ ἀγάπη σου εἶναι ἀμέτρητη καὶ ἡ φιλανθρωπία σου ἀνέκφραστη· ἐσὺ Δέσποτα, ρίξε τὸ βλέμμα σου ἐπάνω μας καὶ σὲ τοῦτον ἐδῶ τὸν ἅγιο ναό, καὶ δεῖξε σὲ μᾶς καὶ σ᾿ αὐτοὺς ποὺ προσεύχονται μαζί μας πλούσια τὴν ἀγάπη σου καὶ τὴ συμπόνια σου.
Γιατὶ σὲ σένα πρέπει κάθε δόξα, τιμὴ καὶ προσκύνηση, τὸν Πατέρα καὶ τὸν Υἱὸ καὶ τὸ Ἅγιο Πνεῦμα, τώρα καὶ πάντα καὶ στοὺς ἀτελεύτητους αἰῶνες.
Χορὸς
Ἀμήν.