Τετάρτη 4 Μαΐου 2016

Ἀναστάσιμα Ἀπολυτίκια τῶν Ὀκτωήχων

Ἀναστάσιμα Ἀπολυτίκια τῶν Ὀκτωήχων

Ἀπολυτίκιον, Ἦχος α΄
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων 

καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν Σου Σῶμα, 
ἀνέστης τριήμερος Σωτήρ, 
δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. 
Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν, 
ἐβόων Σοι Ζωοδότα. 
Δόξα τῇ Ἀναστάσει Σου Χριστέ. 
Δόξα τῇ οἰκονομίᾳ Σου, μόνε Φιλάνθρωπε.

Ἀπολυτίκιον, Ἦχος β΄
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, 
ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ἄδην ἐνέκρωσας, 
τῇ ἀστραπῇ τῆς Θεότητος. 
Ὅτε δὲ καὶ τοὺς τεθνεῶτας 
ἐκ τῶν καταχθονίων ἀνέστησας, 
πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον. 
Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα Σοι.


Ἀπολυτίκιον, Ἦχος γ΄

Εὐφραινέσθω τὰ οὐράνια,
ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος,
ἐν βραχίονι αὐτοῦ ὁ Κύριος.
Ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον,
πρωτότοκος τῶν νεκρῶν ἐγένετο,
ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς
καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον, Ἦχος δ΄
Τὸ φαιδρόν της Ἀναστάσεως κήρυγμα, 
ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, 
καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, 
τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον. 
Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, 
δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον, Ἦχος πλ. α΄

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι,
τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν,
ἀναμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν.
Ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ,
καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας
ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Ἀπολυτίκιον, Ἦχος πλ. β΄
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμα σου, 
καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν 
καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, 
ζητοῦσα τὸ ἄχραντόν σου Σῶμα. 
Ἐσκύλευσας τὸν ἄδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ. 
Ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν. 
Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Ἀπολυτίκιον, Ἦχος βαρὺς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, 
ἠνέωξας τῷ Ληστῇ τὸν Παράδεισον, 
τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, 
καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας. 
Ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, 
παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον, Ἦχος πλ.δ΄
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, 
ταφὴν κατεδέξω τριήμερον, 
ἵνα ἡμᾶς ἐλευθερώσης τῶν παθῶν, 
ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, 
Κύριε δόξα σοι.