Δευτέρα, 25 Απριλίου 2016

«Ἰδοὺ ὁ Νυμφίος ἔρχεται» - «Τὸν νυμφῶνά σου βλέπω…»
«Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου»



Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, 
καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, 
ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥᾳθυμοῦντα. 
Βλέπε οὖν ψυχή μου, μὴ τῷὕπνῳ κατενεχθῇς, 
ἵνα μὴ τῷ θανάτῳ παραδοθῇς, 
καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, 
ἀλλὰ ἀνάνηψον κράζουσα. 
Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, 
πρεσβείαις τοῦ Προδρόμου σῶσον ἡμᾶς.

Τὸν νυμφῶνά σου βλέπω, 
Σωτήρ μου κεκοσμημένον, 
καὶ ἔνδυμα οὐκ ἔχω,
ἵνα εἰσέλθω ἐν αὐτῷ, 
λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς, 
Φωτοδότα, καὶ σῶσόν με.


Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, 
πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; 
ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, 
ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, 
καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων, 
καθάρισον Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, 
καὶ σῶσόν με ὡς φιλάνθρωπος.